Παράκλησις
Νεομάρτυρος ΘΕΟΔΩΡΟΥ Δαρδανελίων.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ὁ Ἀναγνώστης. Ἀμήν.
Ψαλμὸς ρμβ´ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ Τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν οὐρανίων δωρεῶν ἀπολαύων, ὡς Ἀθλητὴς περιφανὴς τοῦ
Σωτῆρος, ταῖς σαῖς πρεσβείαις λύτρωσαι δεόμεθα, Ἅγιε Θεόδωρε, Νεομάρτυς Κυρίου,
πάσης περιστάσεως καὶ παθῶν καὶ κινδύνων, καὶ συνοχῆς παντοίων πειρασμῶν, τοὺς
ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν
οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ,
Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα,
ὁ Κανὼν τοῦ Ἁγίου, φέρων ἀκροστιχίδα: Θεόδωρε ῥύου με κινδύνων. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεοῦ ἐλλαμπόμενος τῷ φωτί, Θεόδωρε Μάρτυς ὡς ἀήττητος
Ἀθλητής, παθῶν ἡμᾶς λύτρωσαι ἀχλύος, ταῖς φωταυγέσι πρεσβείαις σου Ἅγιε.
Ἐν πίστει τῇ κάρᾳ σου τῇ σεπτῇ, προσπίπτοντες Μάρτυς,
ἐκβοῶμεν ἀπὸ ψυχῆς, πλήρου τὰς αἰτήσεις τῶν ζητούντων, τῆς σῆς πρεσβείας τὴν
χάριν Θεόδωρε.
Ὀδύνης με λύτρωσαι ψυχικῆς, Θεόδωρε Μάρτυς τῆς
θλιβούσης με χαλεπῶς, καὶ ῥῶσίν με δίδου κατὰ σῶμα, ταῖς πρὸς Χριστὸν
εὐπροσδέκτοις πρεσβείαις σου.
Θεοτοκίον.
Δυνάμωσον Κόρη τὸ ἀσθενές, τῆς ἐμῆς καρδίας κατὰ πάσης
ἐπιβουλῆς, τοῦ τεκτενομένου τὴν κακίαν, καὶ μετανοίας φωτί με καταύγασον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ὡς συντρίψας τὸ κράτος τοῦ δυσμενοῦς Ἅγιε, οὕτω καὶ
ἡμῶν τὴν μανίαν τούτου κατάβαλε, δυνάμει κρείττονι, καὶ ἐν εἰρήνῃ τελείᾳ, τὴν
ζωὴν κυβέρνησον ἡμῶν Θεόδωρε.
Ῥῶσιν πᾶσι παρέχει καὶ φωτισμὸν Ἅγιε, καὶ ἁγιασμὸν ἡ σὴ
Κάρα, ψυχῆς καὶ σώματος, ἣν καταφεύγοντες, πάσης ἀνάγκης καὶ βλάβης, τάχος
ἐκλυτρούμεθα, τῇ ἀντιλήψει σου.
Ἐναθλήσας νομίμως πᾶσαν ἰσχὺν ἤσχυνας, τῶν παρανομούντων
ἀνδρείως Μάρτυς Θεόδωρε, διὸ ἀπάλλαξον, πάσης φθορᾶς καὶ αἰσχύνης, τοὺς τῇ
προστασίᾳ σου, θερμῶς προστρέχοντας.
Θεοτοκίον.
Ῥάβδος ἔφυς ἁγία ἐξ Ἰεσσαὶ Ἄχραντε, καὶ ἀγεωργήτως ὡς
ἄνθος Χριστὸν ἐβλάστησας, πανευωδέστατον, διὸ παθῶν τὸ δυσῶδες, ἱκετεύω
σκέδασον ἐκ τῆς καρδίας μου.
Διάσωσον, ὦ Νεομάρτυς Θεόδωρε πάσης βλάβης, τοὺς ἐν
πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη)
ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ
φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ
τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀθλήσεως στεῤῥῶς Θεόδωρε μακάριε, πολλῶν δωρεῶν παρὰ
Θεοῦ ἠξίωσαι, ἐξ ὧν μετάδος ἅπασι, τοῖς ὑμνοῦσι τὴν θείαν σου ἄθλησιν, καὶ τῶν
πταισμάτων αἴτει ἱλασμόν, διδόναι ἡμῖν καὶ θεῖον ἔλεος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπερήφανον δράκοντα, Μάρτυς τῇ ἀθλήσει σου ἐταπείνωσας,
οὗ τῆς λύπης καὶ κακώσεως, ἀσινεῖς ἡμᾶς ἀεὶ διάσωζε.
Οὐρανίου ὡς βλάστημα, Ἀθλητὰ Θεόδωρε εὐθαλέστατον, ἐκ
καρδίας μου πᾶν βλάστημα, πάσης ἁμαρτίας Μάρτυς ἔκτιλλον.
Ὑπὲρ πάντων ἱκέτευε, τὸν ἀγαθοδότην καὶ πανοικτίρμονα,
τῶν τιμώντων σου Θεόδωρε, τὴν ἁγίαν Κάραν καὶ σεβάσμιον.
Θεοτοκίον.
Μαριὰμ ἀειπάρθενε, Μῆτερ τῆς ζωῆς Χριστοῦ τοῦ Θεοῦ
ἡμῶν, ἐκ θανάτου με ἀπάλλαξον, τοῦ τῆς ἁμαρτίας ὡς φιλάγαθος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔφερες πληγάς, ὥσπερ ἄσαρκος τῷ σώματι, διὸ ἴασαι
πληγῶν καὶ ὀδυνῶν, τοὺς προστρέχοντας τῇ σκέπῃ σου Θεόδωρε.
Κόπασον ταῖς σαῖς, ἀντιλήψεσι Θεόδωρε, τὸ χειμάζον με
κλυδώνιον παθῶν, καὶ γαλήνης πρὸς λιμένα με κυβέρνησον.
Ἴδε Ἀθλητά, τοὺς προσπίπτοντας τῇ Κάρᾳ σου, καὶ
παράσχου τὰ αἰτήματα αὐτῶν, ὡς μεσίτης ἡμῶν μέγας πρὸς τὸν Κύριον.
Θεοτοκίον.
Νέκρωσον Ἁγνή, τῆς σαρκός μου τὰ σκιρτήματα, καὶ
κατάνυξιν καὶ θείαν συντριβήν, ἀεὶ δίδου τῇ καρδίᾳ μου καὶ σῶσόν με.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Δυνάμει, τῇ θεϊκῇ ὑπομείνας, ἀπειλὰς καὶ ῥαβδισμοὺς καὶ
κακώσεις, καθυπομένειν ἡμᾶς πᾶσαν πεῖραν, ἐπερχομένων δεινῶν ἐνδυνάμωσον, καὶ
τῆς μελλούσης ἀπειλῆς, Νεομάρτυς Θεόδωρε λύτρωσαι.
Ὑψώθης, ἀθλητικῶς ἀριστεύσας, ἐν ἐσχάτοις τοῖς καιροῖς
Ἀθλοφόρε, ὅθεν ἡμᾶς, ἐκ βυθοῦ ἀπωλείας, πολυειδῶν πειρασμῶν τε καὶ θλίψεων,
πρὸς πέτραν Μάρτυς ἀῤῥαγοῦς, καρτερίας Θεόδωρε ὕψωσον.
Νέκρωσας, ἀθλητικῇ σου ἐντάσει, τὸν ἀρχέκακον ἐχθρὸν
Νεομάρτυς, νεκροποιῶν ἡμᾶς πόνων καὶ νόσων, καὶ πάσης ἄλλης φθορᾶς ἀπόλυτρωσαι,
Θεόδωρε ταῖς πρὸς Χριστόν, τὸν Σωτῆρα θερμαῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Ὡς Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης, καὶ Ἀγγέλων Βασιλὶς
καὶ ἀνθρώπων, ἐν ἐμοὶ βασιλεύουσαν Κόρη, καὶ θλίβουσάν με κακίαν ἐκρίζωσον, καὶ
φύτευσόν μου τῷ νοΐ, τὸν σωτήριον φόβον τοῦ Κτίσαντος.
Διάσωσον, ὦ Νεομάρτυς Θεόδωρε πάσης βλάβης, τοὺς ἐν
πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων
τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη)
ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων Σου.
Ὡς Νεομάρτυς Κυρίου ἀήττητος, καὶ δωρεῶν τῶν ἐνθέων
ἐπώνυμος, ἀπαύστως δυσώπει Θεόδωρε, πάσης ἀνάγκης λυτροῦσθαι καὶ θλίψεως, τοὺς
πόθῳ τιμῶντας τοὺς ἄθλους σου.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ
θελήσει σφόδρα.
Εὐαγγέλιον κατὰ Λουκᾶν.
Ε
|
ἶπεν ὁ
Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Προσέρχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ’
ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι,παραδιδόντες εἰς συναγωγάς, καὶ φυλακὰς
ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας,ἔνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν
εἰς μαρτύριον, θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ
γὰρ δόσω ὑμῖν στόμα καὶ σοφίαν, ἧ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι
πάντες οἱ ἀντικείμενοι ὑμῖν.Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ
συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων
διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ
ἡμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Δῶρον ὡς πολύτιμον, καὶ λογικὸν ἰατρεῖον, σαὐτὸν
προσήγαγες, τῷ Χριστῷ Θεόδωρε δι’ ἀθλήσεως, ὦ ἀεὶ πρέσβευε, πάσης ἐπηρείας,
ἐκλυτροῦσθαι τοῦ ἀλάστορος, καὶ πάσης θλίψεως, καὶ ὀδυνηρῶν περιστάσεων, καὶ
νοσημάτων Ἅγιε, τοὺς εἰλικρινῶς προσιόντας σοι, καὶ εἰρήνην αἴτει, ἡμῖν καὶ τὴν
χαρὰν τὴν ἀληθῆ, τοῖς προστάτην καὶ ἔφορον, βίου ἐπιγράφουσι.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου
τοῦ Τροπαιοφόρου,
Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας,
Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε,
ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νέος ὤφθης ὁπλίτης τοῦ Σωτῆρος Θεόδωρε παναοίδιμε, διὸ
παλαιωθέντα, καὶ ἐμὲ τοῦ πλάνου, ἀνακαίνισον δέομαι, καὶ χαλεπῶν συμφορῶν,
παράσχου μοι τὴν λύσιν.
Γενναιόφρονα γνώμη καταλύσας τοῦ πλάνου τὰ μηχανήματα, αὐτοῦ
καταπατεῖν με, βουλὰς καὶ ἐνέδρας Νεομάρτυς ἐνίσχυσον, καὶ θεαρέστως ζωῇ,
εὐαρεστεῖν Κυρίῳ.
Ἐκ πηγῶν σωτηρίου μυστικῶς ἀρδομένη ἡ θεία Κάρα σου,
ἰάματα πηγάζει, καὶ δρόσον εὐφροσύνης, τοῖς ἐν λύπῃ στενάζουσι, καὶ τῶν παθῶν
τὴν πυράν, Θεόδωρε σβεννύει.
Θεοτοκίον.
Ῥυπωθέντι με Κόρη ἁμαρτίας τοῖς σπίλοις μὴ ὑπερίδης με,
ἀλλὰ τῶν οἰκτιρμῶν Σου, ἀπόπλυνον τοῖς ῥύποις καὶ Θεῷ με οἰκείωσαι, ταῖς
μητρικαῖς Σου λιταῖς, ἵνα Σὲ μεγαλύνων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀῤῥωστημάτων, καὶ χαλεπῶν συμπτωμάτων, διαφύλαξον ἀτρώτους
Νεομάρτυς, τοὺς προβαλλομένους, πρὸς τὸν Χριστόν σε πρέσβυν.
Συμπολιτῶν σου, ἀεὶ προΐστασο Μάρτυς, ἐκτελούντων σου
Θεόδωρε τὴν μνήμην, καὶ ἐκδεχομένων, θερμῶς τὴν ἀρωγήν σου.
Ἴαμα βλύζει, ψυχῶν ὁμοῦ καὶ σωμάτων, ἡ ὑπέρτιμος Κάρα
σου Νεομάρτυς, τοῖς ἀνευφημοῦσι, τοὺς ἱερούς σου ἄθλους.
Θεοτοκίον.
Μετὰ Θεόν Σε, σκέπην πλουτῶν Θεοτόκε, τῇ πρεσβείᾳ Σου
προστρέχω καθ’ ἑκάστην, πάσης οὖν ῥυσθείην, μανίας τοῦ Βελίαρ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ νέος Ἀθλοφόρος, τῶν Δαρδανελλίων, γέρας τὸ θεῖον
Θεόδωρε ἐνδοξε, τὰς ἱκεσίας προσδέχου ἡμῶν ἑκάστοτε.
Ὑδάτων ἀπωλείας, ῥῦσαι Νεομάρτυς, τὴν ταπεινήν μου
ψυχὴν ἱκετεύω σε, καὶ ταύτην πότισον ὕδατι τῆς ἀφέσεως.
Μὴ παύση ἐποπτεύων, τοὺς σοὶ προσιόντας, ἀλλὰ προστάτης
ἀεὶ ἔσο Ἅγιε, τοῖς ἀφορῶσι Θεόδωρε πρὸς τὴν χάριν σου.
Θεοτοκίον.
Μαρία Θεοτόκε, Κεχαριτωμένη, ῥυπωθεῖσαν ψυχήν μου
ἐκκάθαρον, καὶ καθαρὰν ταύτην Κόρη Θεῷ παράστησον.
Ἄ
|
ξιον ἐστιν
ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί
μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις Ὀφρυνίου θεῖος βλαστός, καὶ Δαρδανελλίων
ἐγκαλλώπισμα ἱερόν, ἐν αὐτῇ γὰρ χαίρων, Θεόδωρε ἀθλήσας, πλουσίων δωρημάτων,
θεόθεν ἔτυχες.
Ἄνθος τῆς νεότητος παριδών, καὶ τῶν παρανόμων χορηγίας
καὶ ἀπειλῆς, Θεόδωρε μάκαρ, μηδόλως δειλιάσας, ὑπῆλθες μαρτυρίου χαίρων τὸ
στάδιον.
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Θεόδωρε μάκαρ, ὁ ἀθλήσας
γνώμῃ στεῤῥᾷ, ἔνθεν ὥσπερ θῦμα, προσενεχθεὶς Κυρίῳ, ἀξίως ἐδοξάσθης, δόξῃ τῇ
κρείττονι.
Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, Θεόδωρε Μάρτυς,
καθικέτευε ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων, τὴν πάνσεπτόν σου μνήμην, καὶ πίστει
προσκυνούντων, τὴν θείαν κάραν σου.
Χαίρων ἀπετμήθης τὴν κεφαλήν, ἣν ὁ Ἀθλοθέτης
ἐστεφάνωσεν Ἀθλητά, ἡμεῖς ὡς θεῖον δῶρον, αὐτὴν πλουτοῦντες θεῖον, Θεόδωρε
τιμῶμεν, τὴν θείαν μνήμην σου.
Ἤνεγκας ῥαβδίσματα καὶ πληγάς, καὶ πικρὰς ὀδύνας ὡς
ἀσώματος Ἀθλητά, καὶ τῆς ἀνομίας, τὸ κράτος κατασχύνας, Θεόδωρε ἐδέξω, νίκης
τὸν στέφανον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς
τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ, καταποντισμοῦ,
πυρός, μαχαίρας, ἐπιδρομῆς
ἀλλοφύλων, ἐμφυλίου
πολέμου, καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν τὰ ἀκόλουθα·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Θείων, δωρεῶν ἀξιωθείς, Μάρτυς τὸν ἀγῶνα τελέσας,
στεῤῥῷ φρονήματι, πρέσβευε δεόμεθα, τῷ Παντοκράτορι, πάσης ῥύεσθαι θλίψεως, καὶ
πειρατηρίων, τῶν ἐν βίῳ Ἅγιε, καὶ συνοχῆς θλιβερᾶς, πάντας, τοὺς πιστῶς σὲ
τιμῶντας, καὶ τῇ σῇ προστρέχοντες σκέπῃ, Ἀθλητὰ Θεόδωρε μακάριε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν…..
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου