Δευτέρα 13 Ιουλίου 2015

Παράκλησις Ἁγίου ΓΕΡΑΣΙΜΟΥ Κεφαλληνίας



Παράκλησις Ἁγίου ΓΕΡΑΣΙΜΟΥ Κεφαλληνίας
     
ἱερεύς·
Εὐλογητὸς Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

χορός· Ἀμήν.

ναγνστης. μν.
Ψαλμς ρμβ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ θεοφόρῳ Γερασίμῳ προσπέσωμεν, οἱ ταῖς τοῦ βίου τρικυμίαις ποντούμενοι, ἀπὸ βαθέων κράζοντες ψυχῆς πρὸς αὐτόν· Ἅγιε Γεράσιμε, τῇ θερμῇ σου πρεσβείᾳ, σπεῦσον ἐξελοῦ ἡμᾶς, πειρασμῶν καὶ κινδύνων, καὶ Βασιλείας πάντων Οὐρανῶν, ἀξιωθῆναι, ἱκέτευε Ὅσιε.
Δόξα.
Οἱ ὑπ’ ὀδύνων χαλεπῶν κατεχόμενοι, καὶ συμφοραῖς καὶ ἀσθενείαις τρυχόμενοι, μετὰ κλαυθμῶν στενάζοντες ἐκ βάθους ψυχῆς, δράμωμεν δακρύοντες, Γερασίμου τεμένει, κράζοντες ἐκ πίστεως· ἰατρὲ τῶν νοσούντων, ταῖς σαῖς πρεσβείαις μάκαρ πρὸς Θεόν, ῥῦσαι ἡμᾶς πολυτρόπων κακώσεων.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τρισμάκαρ Γεράσιμε ἐκτενῶς, δέησιν προσάγων, μὴ ἐλλείπῃς τῷ Λυτρωτῇ, κινδύνων παντοίων διασῶσαι, τοὺς ἀδιστάκτῳ τῇ πίστει τιμῶντάς σε.
θεία σορός σου Πάτερ πιστοῖς, βρύει τὰς ἰάσεις, προσιοῦσι τῷ σῷ ναῷ, καὶ πάθη ψυχῶν τε καὶ σωμάτων, ὡς ἰατρὸς θεραπεύεις πανάριστος.
Νοσοῦσάν μου ἴασαι τὴν ψυχήν, Γεράσιμε μάκαρ, τῶν νοσούντων ὁ ἰατρός, καὶ βαίνειν τὰς τρίβους τοῦ Κυρίου, σῇ μεσιτείᾳ παμμάκαρ ἐνίσχυσον.
Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν Σὸν Υἱόν, σὺν τῷ Γερασίμῳ, νεκρωθεῖσάν μου τὴν ψυχήν, ζωῶσαι ὁ πάλαι τὸν τῆς χήρας, υἱὸν ζωώσας τῷ θείῳ προστάγματι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
χοντές σε προστάτην πρὸς τὸν Θεὸν ἔνδοξε, οἱ Κεφαλληναῖοι τιμῶμεν καὶ ἱκετεύομεν, Πάτερ Γεράσιμε, τοὺς σὲ πιστῶς εὐφημοῦντας, πειρασμῶν ἀπάλλαξον τῇ μεσιτείᾳ σου.
κετεύομεν Πάτερ τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τὰ τραύματα ταήυτης τάχος θεράπευσον, τῶν εὐφημούντων σε, καὶ γεραιρόντων ἐκ πόθου, μοναζόντων καύχημα μάκαρ Γεράσιμε.
Εὐμενῆ σε προστάτην πρὸς τὸν Θεὸν Ὅσιε, πάντες προβαλλόμεθα Πάτερ, θεῖε Γεράσιμε, καθικετεύοντες, πειρατηρίων παντοίων, λυτρωθῆναι ἅπαντας τῇ μεσιτείᾳ σου.
Θεοτοκίον.
Παναγία Παρθένε τὸν Λυτρωτὴν τέξασα, λύτρωσαι παντοίων κινδύνων τοὺς Σοὶ προστρέχοντας, καὶ ἀνυμνοῦντάς Σε, Θεοκυήτορ Μαρία, τῶν πιστῶν βοήθεια μόνη πανύμνητε.

Διάσωσον, ἀπὸ κινδύνων Γεράσιμε τὴν σὴν νῆσον, καὶ τὴν ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ τούτων καὶ ῥύστης.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης θερμὸς ὑπάρχεις ὦ Γεράσιμε, τοῖς πόθῳ τῷ σῷ τεμένει προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι, καὶ βοῶσί σοι πανσεβάσμιε· ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φύλαξ καὶ πρόμαχος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θεοφόρε Γεράσιμε, λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας, καὶ προστρέχοντας τῇ σκέπῃ σου, ὅπως σὲ ἀπαύστως μακαρίζομεν.
κετεύομεν Ὅσιε, τὴν νενεκρωμένην ψυχὴν ἡμῶν ζώωσον, καὶ ἀνάστησον πρεσβείαις σου, ἐκ βυθοῦ θανοῦσαν ἀπογνώσεως.
ν ἐπόθησας Ὅσιε, σάρκα δι’ ὃν ἔτηξας καθικέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Ταῖς Μητρός Σου δεήσεσι, καὶ τοῦ Σοῦ Ὁσίου Κύριε δώρησαι, τοῖς οἰκέταις Σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων ὑπεράγαθε.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Γερασίμου τοῦ θείου, ταῖς πανευπροσδέκτοις ὁ Θεὸς δεήσεσι, σκότους ἐξωτέρου, καὶ γεέννης τοὺς δούλους Σου λύτρωσαι, καὶ τῆς Βασιλείας τῶν Οὐρανῶν ἀξιωθῆναι, καταξίωσον μόνε μακρόθυμε.
Παρεστὼς τῇ Τριάδι, Πάτερ παμμακάριστε θεῖε Γεράσιμε, ὑπὲρ τῶν σῶν δούλων, καθικέτευε ταύτην μακάριε, τοῦ ῥυσθῆναι πάντας, βιωτικῶν πειρατηρίων, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.
ναιμάκτους θυσίας, λειτουργῶν προσέφερες Θεῷ τρισόλβιε, ἱερεὺς ὐπάρχων, τοῦ Ὑψίστου Γεράσιμε πάντιμε· ἀλλὰ τοῦτον Πάτερ, ἐκδυσωπῶν μὴ διαλείπῃς, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε.
Θεοτοκίον.
Θεοτόκε Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν πανάμωμε, ἡ Θεογεννήτωρ, καὶ τῆς κτίσεως πάσης Βασίλισσα, τοὺς ὑμνολογοῦντας, τὸν Σὸν Υἱὸν λύτρωσαι πάσης, ἐπηρείας δεινοῦ πολεμήτορος.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
σὴ παμμάκαρ ψυχῇ, τοῖς οὐρανοῖς ἐγκατώκησε, τὸ σῶμά σου δὲ τῇ γῇ, ὑπάρχον ἐξαίσια, τελεῖ τὰ τεράστια, ψυχῶν καὶ σωμάτων, θεραπεῦον τὰ νοσήματα.
Σαῖς εὐπροσδέκτοις εὐχαῖς, συντήρει μάκαρ Γεράσιμε, τοὺς πόθῳ εἰλικρινεῖ, ψυχῆς τε ἁγνότητι, τιμῶντάς σε ἔνδοξε, καὶ προσκαλουμένους, σοῦ τὴν ἄμαχον ἀντίληψιν.
Μεσίτην πρὸς τὸν Θεόν, σὲ εὐμενῆ προβαλλόμεθα, Γεράσιμε ἱερέ, ὑπάρχεις γὰρ στήριγμα, καὶ καύχημα Ὅσιε, τῶν πιστῶν καὶ κλέος, ἡμῶν Πάτερ πανσεβάσμιε.
Θεοτοκίον.
βάτος τῷ Μωϋσῇ, Σὲ προετύπου πανάμωμε· ἐκ Σοῦ γὰρ ὁ Λυτρωτής, τεχθεὶς ὡς ἠυδόκησε, διέσωσεν Ἄχραντε, τοὺς προσκαλουμένους, Σοῦ τὴν ἄμαχον βοήθειαν.
Διάσωσον, ἀπὸ κινδύνων Γεράσιμε τὴν σὴν νῆσον, καὶ τὴν ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ τούτων καὶ ῥύστης.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, Γερασίμου τῷ σεπτῷ τεμένει προσδράμωμεν, καὶ ἐγγίζοντες εὐλαβῶς τῇ θείᾳ αὐτοῦ σορῷ, μετὰ πόθου κράξωμεν αὐτῷ, ὡς ἐκ Θεοῦ χάριν λαβὼν τοὺς νοσοῦντας ἰάσασθαι· τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καὶ τῶν ἐχθίστων δυσμενῶν, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Μάκαρ θεοφόρε Γεράσιμε, σὲ καὶ ζῶντα περιχαρῶς ἐπλουτήσαμεν, καὶ μετὰ θάνατον ἔχειν σε, ἠξιώθημεν πανθαύμαστε· διὸ τὸ θεῖόν σου, καὶ σεβάσμιον σκῆνος εὐλαβῶς ἀσπαζόμενοι, δυσωποῦμέν σε, τὸν Θεὸν ἱκετεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
 Ὁ Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φ’ μς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φ’ σον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται3) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν Ἀγγέλων ὑπάρχων ἰσοστάσιος ὄντως Πάτερ τρισόλβιε, Γεράσιμε θεόφρων, ἐκλυτρώσας κινδύνων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σεαυτὸν τῷ Κυρίῳ προσενήνοχας Πάτερ θῦμα εὐπρόσδεκτον, Γεράσιμε θεόφρων, καὶ νῦν μὴ διαλείπῃς, ἐποπτεύων τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
μυθήτους ἀγῶνας ἐπὶ γῆς ἠγωνίσω Πάτερ Γεράσιμε, καὶ νῦν ταῖς οὐρανίαις, συνῶν χοροστασίαις, περιφρούρει τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Πανύμνητε Παρθένε ἡ Θεὸν σαρκωθέντα κόσμῳ κυήσασα, παντοίων ἀλγηδόνων, ἀπάλλαξον τοὺς πίστει, τῷ Υἱῷ Σου κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ σῇ πρεσβείᾳ, τὰς τῶν ψυχῶν ἀῤῥωστίας, τῶν σὲ τιμώντων θεραπεύεις τρισμάκαρ· ὅθεν σὲ τιμῶμεν, Γεράσιμε θεόφρων.
Πρὸς τὸν Δεσπότην, σὲ προβάλλοντες πρέσβυν, ἀπὸ κινδύνων ἐκλυτρούμεθα μάκαρ, σαῖς πανευπροσδέκτοις, πρὸς τὸν Θεὸν πρεσβείαις.
Τὰ τῆς ψυχῆς μου, ἀποκάθαρον πάθη, σῇ μεσιτείᾳ θεοφόρε τρισμάκαρ, ὅπως σε γεραίρω, Γεράσιμε θεόφρων.
Θεοτοκίον.
Τὴν ἐκτακεῖσαν, ἁμαρτίαις ψυχήν μου, Σῇ μεσιτείᾳ καταδρόσιον Κόρη, ὅπως Σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰρήνην οὐρανόθεν, Ὅσιε τρισμάκαρ, καταπεμφθῆναι δυσώπει πανόλβιε, τοῖς καθαρᾷ διανοίᾳ σὲ μακαρίζουσιν.
Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον θεόφρων, τοὺς προσιόντας τῷ θείῳ τεμένει σου, καὶ τὸν Δεσπότην ᾀεὶ μεγαλύνουσι.
Καταύγασον τὰς κόρας, μάκαρ τῆς ψυχῆς μου, πεπορωμένας καὶ τρέχειν ἐνίσχυσον, πρὸς τρίβους θείας τὸν σὲ μακαρίζοντα.
Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες Σὲ τιμῶμεν, καὶ ἀσιγήτως τὸ χαῖρέ Σοι κράζομεν· σὺ γὰρ ἐκύησας κόσμῳ τὴν ἀγαλλίασιν.
Κα εθς, τ·
ξιν στιν ς ληθς, μακαρζειν σε τν Θεοτκον, τν ειμακριστον κα παναμμητον κα μητρα το Θεο μν. Τν τιμιωτραν τν Χερουβμ κα νδοξοτραν συγκρτως τν Σεραφμ, τν διαφθρως Θεν Λγον τεκοσαν· τν ντως Θεοτκον σ μεγαλνομεν.

Μεγαλυνάρια.
Τῆς Πελοποννήσου θεῖος βλαστός, καὶ Κεφαλληνίας ὁ ἀσύλητος θησαυρός, καὶ πάσης Ἑλλάδος, τὸ καύχημα τὸ μέγα, Γεράσιμε θεόφρων, σκέπε τὴν νῆσόν σου.
Τίς μὴ ἐκπλαγῇ τοὺς σοὺς πολλούς, ἀγῶνας παμμάκαρ, καὶ τὰ θαύματα τὰ σεπτά, ἅπερ διετέλεις, Γεράσιμε θεόφρων· διὸ λιταῖς σου θείαις, ἡμᾶς περίσωζε.
Μέγιστος ὑπάρχεις ἡμῶν φρουρός, φύλαξ καὶ προστάτης, ἀντιλήπτωρ καὶ πρεσβευτής, ἐν κινδύνοις ῥύστης, λοιμοῦ τε καθαιρέτης, Γεράσιμε τρισμάκαρ· διὸ τιμῶμέν σε.
Χαίροις Ἐκκλησίας νέος ἀστήρ, Ἱερέων δόξα, μοναζόντων ὑπογραμμός, ἀσκητῶν λαμπρότης, τῆς χάριτος δοχεῖον, προστάτης δὲ καὶ σκέπη, ἡμῶν Γεράσιμε.
Πηγὴν θαυματόβρυτον τὸ σεπτόν, σκῆνός σου παμμάκαρ, κεκτημένοι παρὰ Θεοῦ, ἐν σοὶ χαρμοσύνως, ἡ νῆσός σου καυχᾶται, Γεράσιμε ἣν φρούρει, σαῖς εὐχαῖς πάντοτε.
Χαίροις ὁ Τρικάλων γόνος λαμπρός, χαίροις Κεφαλλήνων, ἀπροσμάχητος βοηθός, χαίροις ἱερέων, τὸ σέμνωμα καὶ κλέος, Γεράσιμε τρισμάκαρ, πιστῶν τὸ καύχημα.
Τὸν φωστῆρα πάντες τὸν παμφαῆ, τὸν ἐκ τῶν Τρικάλων, ἀπαστράψαντα φαεινῶς, τῶν Ὁσίων δόξα, καὶ κλέος ἱερέων, Γεράσιμον τὸν θεῖον, πάντες ὑμνήσωμεν.
Δόξα Σοι Παράκλητε ἀγαθέ, ὅτι καταισχύνεις, τοὺς τολμῶντας καινοτομεῖν, ἐν τῷ μυστηρίῳ, τῆς θείας μετουσίας, δοξάζων τοὺς ἐμμένοντας τῇ ἐμπνεύσει σου.
Ποίμνης σου παμμάκαρ ἧς ἐκ Θεοῦ, φύλαξ ἐπιστεύθης, τοῦ ἡγεῖσθαι αὐτῆς θερμῶς, σκέπε φρούρει ταύτην, ἐχθίστων ἀοράτων, παντοίων ὁρατῶν τε, θεῖε Γεράσιμε.
Κόπους τε καὶ πόνους οὓς δι’ αὐτήν, ἤνυσας παμμάκαρ, περιόντος σου ἐν τῇ γῇ, πρέσβευε τηρεῖσθαι, τοὶς θήρας ἐκδιώκων, συλῆσαι τοὺς ζητοῦντας, καὶ ἀφανίσαι σπεύδοντας.
κτενῶς ἱκέτευε πρὸς Θεόν, ὑπὲρ τῆς σῆς νήσου, εἰρηναίαν ταύτην τηρεῖν, καὶ λυτροῦσθαι πάντων, δεινῶν τε καὶ κινδύνων, Ὁσίων νέων δόξα, θεῖε Γεράσιμε.
Δέχου ταῖς πρεσβείαις Παμβασιλεῦ, τοῦ θεράποντός σου, Γερασίμου νῦν τοῦ σεπτοῦ, καὶ τὴν ποίμνην ταύτην, ἀπήμονα συντήρει, ἐχθίστων πάσης βλάβης, ὅπως δοξάζῃ Σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..

ερεύς.
λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, οἱ ἐκ νόσων χαλεπῶν, καὶ κινδύνων ἄλλων παντοίων, δεινῶς θλιβόμενοι νῦν, ἔνθα τὰ ἰάματα, θαυματοβρύτου σοροῦ, Γερασίμου ἐκβλύζουσιν, ὡς ῥεῖθρα Νειλῷα, σπεύδοντες προσπέσωμεν, γονυκλιτῶς ἐν κλαυθμῷ, ῥῦσαι ἐκβοῶντες σοὺς δούλους, ἐκ πειρατηρίων καὶ νόσων, καὶ παντοίων θλίψεων Γεράσιμε.
ντως, ἀνεδείχθης ἐκ Θεοῦ, ἄκρος ἀκεστὴρ ἀντιλήπτωρ, τὰ πάθη πάντων πρὸς σέ, πόθου τε καὶ πίστεως, προσπεφευγόντων θερμῶς, ἀναργύρως ἰώμενος, Γεράσιμε θεῖε· ὅθεν σοῦ δεόμεθα, περιπτυσσόμενοι νῦν, θείαν σου σορὸν καὶ βοῶντες, οἴκτειρον ἡμᾶς ταῖς λιταῖς σου, καὶ δεινῶν παντοίων ἐλευθέρωσον.
Πάντας, ἡμᾶς οἴκτειρον ἁγνή, Μῆτερ τοῦ Θεοῦ καὶ Παρθένε, προσπεφευτόντας ἐν Σοί, καὶ Σοῦ τὴν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς, Σὸν οἰκέτην προβάλλοντες, Γεράσιμε θεῖον, πρέσβυν νῦν πανάριστον, οὗ ταῖς εὐχαῖς τῶν δεινῶν, ῥῦσαι καὶ φθορᾶς καὶ κινδύνων, καὶ ἐπιτυχεῖν Βασιλείας, Σοῦ Υἱοῦ ἀξίωσον δεόμεθα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν…


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου