Παράκλησις εἰς τὸν Ὅσιον
ἈΚΑΚΙΟΝ τοῦ ἐν τῇ Κλιμάκι
26 Νοεμβρίου
Ποίημα Αρχιμ. Νικοδήμου Γ. Αεράκη,
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ’
(142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ
δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός
τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς
νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία
μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι
τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ
ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης
τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι,
Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν
ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι
Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ
ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν
ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς
πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν
οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ
ἐρχόμενος ἐν
ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Ἦχος δ' . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς
ἀρετῆς ὑπογραμμὸν εὐφημοῦμεν, τῆς ἀκακίας τὸν ἐπώνυμον ὄντως, ὑπακοῆς τὸ πρότυπον
καί τύπον πιστῶν, μέγιστον τῆς ταπεινώσεως, καί συγγνώμης ὑπόδειγμα, δούλον ἀληθέστατον,
τοῦ Δεσπότου τῶν ὅλων, τὸν βιαστὴν Ἀκάκιον κλεινόν, τέκνον εἰρήνης, Χριστοῦ ἀφομοίωμα.
Δόξα. Τὸ αὐτό. Καί νῦν. Θεοτοκίον, ὅμοιον.
Τῇ
Θεοτόκω ταπεινὼς ἐκβοώμεν, οι ἀπειλούμενοι ἐχθροῦ ταῖς ἐνέδραις˙ τὴ μητρικὴ σοῦ
σκέπασον ἀγάπη ἡμᾶς˙ δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παύσον τὰς ὁρμὰς
παθὼν, καί δαιμόνων μανίαν˙ Σὺ γὰρ ὑπάρχεις Δέσποινα Ἁγνή, Μήτηρ καί σκέπη, καί
θεία ἀντίληψις.
Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὃτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνω ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ‘Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὃτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών, οὐ ἡ ἀκροστιχὶς˙
«ΑΚΑΚΙΟΝ ΥΠΑΚΟΗΣ ΤΥΠΟΝ ΤΙΜΩ ΝΙΚΟΔΗΜΟΥ».
Ὠδὴ α'. Ἦχος πλ. δ' . Ὁ Εἱρμός. Ὑγρὰν διοδεύσας.
Ἀκάκιον
ὓμνοις ἐπιποθώ, τιμήσαι ἀξίως, ὡς ὑπόδειγμα μοναχοῦ˙ διὸ Παρακλήτου θείαν χάριν,
καθικετεύω λαβεῖν ὁ ἀνάξιος.
Κραταίωσον
πάτερ σόν ὑμνητήν, ἐν βίω ἀγίω και ἀσκήσει και ἀρετῆς, ἶνα ὑμνῶ σὲ ἐπαξίως, ὑπακοῆς
ὦ Ἀκάκιε πρότυπον.
Ἀνῆλθες
Ἀκάκιε ἐν χαρά, μονάσαι ἐνθέως, ἐν τῷ Λάτρω σὺν ἀσκηταίς, καί ζήλω πυρίνω ἠκολούθεις,
μετὰ σταυροῦ τῷ Σωτήρι καί Πλάστη σου.
Θεοτοκίον.
Κυρία
καί Δέσποινα οὐρανοῦ, Θεόνυμφε μήτερ, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἱκέτευε τοῦτον ὑπὲρ
πάντων, τῶν ἀνυμνούντων σε Κόρη πανάμωμε.
Ὠδὴ γ'. Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος.
Ἱκετεύεις
τὸν Λόγον, ἐν οὐρανοῖς Ὅσιε, ὑπὲρ τῶν τιμώντων σήν μνήμην, ὅπως ρυσθῶμεν νῦν, ἐκ
τῶν βελῶν τοῦ Σατάν, καί τῆς δεινῆς ἀκηδίας, καί παθὼν καί θλίψεων, καί πάσης
πτώσεως.
Ὁ
Θεάνθρωπος Πάτερ, θεοειδὲς πρότυπον, ἐν ὑπακοὴ και ἀσκήσει, ἡμῖν σε ἔδειξε, καί
μοναχῶν ἀκραιφνῆ, ὑπογραμμὸν ἀκακίας, ἢν κλεινὲ Ἀκάκιε, δὸς μοι πρεσβείαις σου.
Νικητὴς ἀνεδείχθης, ἐν ἀρεταῖς
ἔνθεε, καὶ δοκιμαζόμενος
Πάτερ,
γενναίως ἔφερες, ὑπὲρ Χριστοῦ αἰκισμούς, καί ταπεινώσεις ποικίλας, διὸ εἰσελήλυθας
εἰς τὸν παράδεισον.
Θεοτοκίον.
Ὑμνολογεὶν ἐπαξίως, ἀδυνατῶ Δέσποινα, καί κηρύττειν
ἐνθέως, τὰ μεγαλεία σου˙ διὸ προσφέρω σοι, ἐν ταπεινώσει καρδίας, πενιχρὰ ψελλίσματα,
Θεοχαρίτωτε.
Ἀκάκιε, ἐν ταπεινώσει φύλαττε τοὺς σε ὑμνοῦντας,
ὅτι πέλεις πρὸς τὸν Θεὸν ἱκέτης πανάξιος, ὡς μάρτυς καί ὅσιος θεοφόρε.
Στερέωσον, τοὺς τὸν Υἱὸν σου δοξάζοντας Θεοτόκε,
ἐν τῇ πίστει καί ἀρετὴ καί βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Ἀνῆλθες
κλεινέ, ἐν Λάτρῳ πρὸς ἄσκησιν, ποθῶν του Χριστοῦ, σταυρὸν τὸν σωτήριον, ἱερὲ Ἀκάκιε,
μοναχῶν ἁπάντων πρότυπον, καί ὀρθοδόξων Χριστιανῶν, ὑπόδειγμα θεῖον, τῆς ταπεινώσεως.
Ὠδή δ’. Ο Ειρμός. Εισακήκοα Κύριε.
Πειρασθεὶς
ἐν τῷ σκάμματι, μοναχῶν Ἀκάκιε, θεῖον ἄγαλμα, κατενίκησας τοῦ Γέροντος, αἰκισμοὺς
τῇ χάριτι τοῦ Πνεύματος.
Ἀκακίας
τὸ πρότυπον, ταπεινοφροσύνης τε τὸ ὑπόδειγμα, ἀνεδείχθης ὦ Ἀκάκιε, καί ὑπομονῆς
τὸ θεῖον ἄγαλμα.
Καρτερίας
μοι δώρησαι, καί συγγνώμης Ὅσιε τὰ γνωρίσματα, ἀρετῶν δὲ τὴν δαψίλειαν, καί τῆς
ταπεινώσεως τὸ δώρημα.
Θεοτοκίον.
Οὐρανοῦ
τὴν ἀπόλαυσιν, τοῖς βροτοῖς Παρθένε Ἁγνὴ δεδώρησαι, ὡς γεννήσασα τὸν Κύριον, καί
Σωτῆρα πάντων τῶν ὑμνούντων σε.
Ωδή ε’. Ο Ειρμός. Φώτισον ημάς.
Ἥλιον
Χριστόν, τὸν φωτίσανὰ σε Ὅσιε, ὑπὲρ ἐμοῦ ἱκέτευε ἐκτενῶς, ἵνα φωτίσῃ, τὸ ἔρεβος
τῆς καρδίας μου.
Στήριξον
κλεινέ, τῆς ψυχῆς ἡμῶν τὸ φρόνημα, σαῖς πρὸς τὸν Λόγον Ἀκάκιε λιταῖς, ἵνα ἀγίως,
ἐν βίῳ πολιτευσώμεθα.
Τέκνον
ἀρετῆς, πρὸς ἀγῶνὰς με καθόπλισον, καί ἀξίωσον Ἀκάκιε καμέ, ἵνα νικήσω, δεινῶν
παθὼν τὴν ἐπίθεσιν.
Θεοτοκίον.
Ὕψωσον
ἡμᾶς, πρὸς ζωὴν τῆς θείας χάριτος, τοὺς προσκυνοῦντας τὸν Τόκον σου Ἁγνὴ, τὸν
σταυρωθέντα, καί ἄφεσιν δωρησάμενον.
ᾨδὴ ς'. Ὁ Εἱρμός. Τὴν δέησιν.
Παρέλαβεν
ἐκ Θεοῦ τὸν στέφανον, ὁ Ἀκάκιος ὁ ὁσιομάρτυς, ἐν τῇ ζωὴ τῇ ἀγήρω και θεία, συναγαλλόμενος
πᾶσι τοῖς μάρτυσι, και τοῖς ὁσίοις ἐς ἀεί, καθορῶν Τρισαγίαν Θεότητα.
Ὀρῷ
σε νῦν ἐν ὁσίοις ἔνδοξε, καί σὺν μάρτυσιν ὑμνοῦντα, τὸν Λόγον˙ ὅθεν πιστῶς θεοφόρε
σοι κλίνω, τὰ τῆς ψυχῆς καί τοῦ σώματος γόνατα, καί δέομαι ταῖς σαῖς λιταῖς, ἐκ
παθὼν λυτρωθῆναι ὁ ἄθλιος.
Νῦν
κρείττονα σὺ ζωὴν χορήγησον, τοῖς τιμῶσὶ σε Ἀκάκιε θεῖε˙ ὅτι πολλοὶ πειρασμοὶ
πανταχόθεν, ἐκ μισοκάλου ἡμᾶς κατακλύζουσι˙ πρεσβείαις σου πρὸς τὸν Χριστόν, ἐκ
παγίδων αὐτοῦ διαφύλαξον.
Θεοτοκίον.
Τιμῶμεν
σε Θεοτόκε Δέσποινα, σῶν θαυμάτων μελετῶντες τὸν πλοῦτον˙ ὅτι ἐν σοι ὁ Θεὸς ἐσαρκώθη,
καί οἱ βροτοὶ δι' Αὐτοῦ ἐλυτρώθημεν˙ ἀνῆλθες δὲ εἰς οὐρανούς, δευτερεῖα Τριάδος
κατέχουσα.
Ἀκάκιε
, ἐν ταπεινώσει φύλαττε τοὺς σε ὑμνοῦντας, ὅτι πέλεις πρὸς τὸν Θεὸν ἱκέτης πανάξιος,
ὡς μάρτυς καί ὅσιος θεοφόρε.
Στερέωσον,
τοὺς τὸν Υἱὸν σου δοξάζοντας Θεοτόκε, ἐν τῇ πίστει καί ἀρετὴ καί βίου παλαίσμασιν,
ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Κοντάκιον.
Ἦχος β'. Προστασία τῶν χριστιανῶν.
Τῶν
ὁσίων ἐδείχθης Ἀκάκιε καύχημα, ταπεινώσεως θείας σεμνὸν ἐγκαλλώπισμα, μοναχῶν
τε τῆς ἀκακίας πρότυπον σεπτὸν˙ διὸ ἔλαβες ἐν οὐρανοῖς, ὁσιομάρτυρος τιμήν, καί
χαρὰν ἀνεκλάλητον˙ στήριξον σαῖς πρεσβείαις, ἐν ἀγῶνι του βίου, τοὺς ἀνυμνοῦντας
εὐλαβῶς, τὴν ζωὴν σου θεοδόξαστε.
Προκείμενον.
Στίχος.
Τί ἀνταποδώσωμεν τῷ Κυρίω περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος του ὁσίου αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ του κατὰ Ματθαίον. (Ματθ. ια’. 26-30)
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρὸς μου˙ καί οὐδεὶς
ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατὴρ˙ οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός,
καί ὦ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς με πάντες οι κοπιῶντες καί
πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγὸν μου ἐφ' ὑμᾶς, καί μάθετε ἀπ'
ἐμοῦ ὅτι πρᾶος εἰμὶ καί ταπεινὸς τῇ καρδία˙ και εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.
Ὁ γὰρ ζυγὸς μου χρηστός, καί τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα. Ήχος β’.
Ταῖς του Σου Ὁσίου , πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Στίχος.
Ἐλέησον με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεος σου, καί κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον
τὸ ἀνόμημὰ μου.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Πάτερ
τὰ οὐράνια, ἐπιποθήσας ἐμφρόνως, τὸν Θεὸν ἠγάπησας, μοναχῶν τὸ κλέϊσμα ὦ Ἀκάκιε˙
ἐν χαρὰ ἔδραμες, πρὸς ἀγῶνας θείους, πρὸς ταπείνωσιν καί ἄσκησιν, καί πᾶσαν βάσανον,
εὐαγγελικώς καθυπέμεινας˙ εἰσέδυς εἰς παράδεισον, καί ἐν οὐρανοῖς σαββατίζεις νῦν˙
όθεν ὑπὲρ πάντων, τῶν σε τιμώντων μάκαρ εὐλαβῶς, τὸν Λυτρωτὴν καθικέτευε, σωθῆναι
ἐκ πτώσεων.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβ')
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ'. Ὁ Εἱρμός, Οἱ ἐκ τῆς ἰουδαίας.
Ἰσχὺν
κατὰ βελίαρ, Ἀκακίου ὑμνοῦμεν, ἐκλιπαροῦντες αὐτὸν, τὸν κόσμον ἐκ τῆς πλάνης, λιταῖς
αὐτοῦ φυλάξαι, ἵνα χαίροντες ψάλλωμεν˙ ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἲ.
Μὴ
παύσῃ ἱκετεύων, ὑπὲρ τῶν σε τιμώντων, τὸν λυτρωτὴν Ἰησοῦν, Ἀκάκιε τρισμάκαρ, κρηπὶς
τῶν ἀθλουμένων, καί ὑμνούντων τὸν Κύριον˙ ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἲ.
Ὠράϊσὸν
μου Πάτερ, ψυχὴν τε καί καρδίαν, ταῖς σαῖς λιταῖς πρὸς Χριστόν, καί δὸς μοι
παρρησίαν, ὑμνεῖν καί μεγαλύνειν, τὴν Τριάδα τὴν ἄκτιστον˙ ὁ τῶν πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἰ.
Θεοτοκίον.
Ναὲ
του Θεανθρώπου, ἀπάλλαξον λαὸν σου, ἐκ τῶν τοῦ πλάνου δεσμῶν, καί πύλην μετανοίας,
ὑπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον˙ ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἲ.
Ωδή η’. Ο Ειρμός. Τον Βασιλέα.
Ἰσχὺν
λαβόντες, ταῖς σαῖς πρεσβείαις παμμάκαρ, ἐν χαρὰ τὸν Χριστὸν ἀνυμνοῦμεν, καί ὑπερυψοῦμεν,
εἰς πάντας τοὺς αἰῶνας.
Καταπεσόντες,
εἰς τὰς παγίδας του πλάνου, σαῖς πρεσβείαις διάσωσον Πάτερ, τοῦ ὑμνεῖν ἐν πίστει,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ ἐνισχύσας,
σεπτὸν Ἀκάκιον πάντας, τοὺς ἐν πίστει καί βίῳ ἁγίῳ, αὐτὸν ἀνυμνοῦντας, διάσωσον
Χριστὲ μου.
Θεοτοκίον.
Διαφυλάττεις,
τοὺς πεποιθότας σοι Κόρη, ὡς δανείσασα σάρκα τῳ Κτίστῃ, Ὂν ὑπερυψοῦμεν, εἰς πάντας
τοὺς αἰῶνας.
Ωδή θ’. Ο Ειρμός. Κυρίως Θεοτόκον.
Ἡμᾶς
τοὺς σε τιμῶντας, Ἀκάκιε ὕμνοις, σαῖς πρὸς Χριστὸν ἱκεσίαις, μνημόνευε νὺν, ὅπως
ῥυσθῶμεν κινδύνων, παθὼν καί θλίψεων.
Μετάνοιαν
τελείαν, δὸς μοι πρὸ του τέλους, καί ταπεινώσεως πλοῦτον, και βίον ἁγνόν, ταῖς
σαῖς λιταῖς πρὸς τὸν Λόγον, σεπτὲ Ἀκάκιε.
Ὀρῶν
ἐν τοῖς ὑψίστοις, τὸν Κτίστην απαύστως, ὑπὲρ ἡμῶν ἱκετεύοις, ἡμῖν παρασχεῖν, τῆς
βασιλείας τὰ δῶρα, κλεινὲ Ἀκάκιε.
Θεοτοκίον.
Ὑμνοῦντες Θεοτόκε,
Χριστὸν τὸν Υἱὸν σου, καθικετεύομεν πάντες, δοθῆναι ἡμῖν, τῶν ὀφλημάτων τὴν λύσιν,
καί μέγα ἔλεος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Δεῦτε
ἀνυμνήσωμεν εὐλαβῶς, Ἀκάκιον ὕμνοις, οἱ μιγάδες καί μονασταί, ἀγάπης τὸ τέκνον,
τῆς ἀκακίας φίλον, ὑπακοῆς τελείας, τὸ μέγα πρότυπον.
Ἀκάκιον
στῦλον ὑποταγῆς, θυσίας τὸν πλοῦτον, ἀνοχῆς τὸν ὑπογραμμόν, ὑπόδειγμα θεῖον, τῆς
ταπεινοφροσύνης, καί τῶν θαυμάτων κρήνην, ἀνευφημήσωμεν.
Χάριτι
Κυρίου ἐνισχυθείς, ὑπέμεινας πάτερ, τοὺς σου Γέροντος αἰκισμούς, καί τύπος ἐγένου,
ὑπομονῆς ἀγίας˙ Ἀκάκιε θεόφρον, ἡμῶν μνημόνευε.
Χαίροις
ἀκακίας ὁ ὁδηγός, συγγνώμης ὁ δείκτης, καί φωστὴρ τῆς ὑπομονῆς, χαίροις τῶν ὁσίων,
ὁ μιμητὴς ἐν ἔργοις, ὑπακοῆς τε κλέος, πάτερ Ἀκάκιε.
Ἔλαβες
τὴν χάριν παρὰ Θεοῦ, Ἀκάκιε θεῖε, καί νεκρὸς τοῦ θαυματουργεῖν, καί κατηξιώθης,
μετάνοιαν τελείαν, δωρήσασθαι ὡς τέκνον, ἀσπλάγχνῳ Γέροντι.
Χαίροις
θεῖον τέκνον ὑπακοῆς, φωνήσας ἐκ τάφου, ὑπακούσας τῇ προσταγὴ, διδάξας σημείῳ, παρόντος,
Γέροντὸς σου, τοῦ
ἐκζητήσαι
Πάτερ, τὸ μέγα ἔλεος.
Πᾶσαι
τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οι Ἅγιοι Πάντες,
μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι
καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Ἀπολυτίκιον.
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἀκάκιον
ὅσιον, ἐπευφημοῦμεν λαμπρῶς, ὡς τύπον καί ἔρεισμα, τῶν ἀσκητῶν τοῦ Θεοῦ, καί τέλειον
πρότυπον, πίστεως ἀκακίας, ταπεινώσεως θείας, Λόγου φιλανθρωπίας, θεοφόρον δοχεῖον˙
καί γὰρ ἐστέφθη ἐν δόξῃ, ὁ θεοτίμητος.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β'. Ὅτε ἐκ του ξύλου.
Δεῦτε
τὸν Ἀκάκιον πιστοὶ, τῆς ὑπακοῆς τὸν φωστῆρα, ἐν ἐγκωμίοις λαμπροῖς, πάντες ἀνυμνήσωμεν
καί εὐφημήσωμεν, τὸ Χριστοῦ ἀφομοίωμα, ὁσίων τὸν τύπον, κλέος ταπεινώσεως, ἀγάπης
πρότυπον˙ οὗτος ἐν Σιὼν σαββατίζει, χαίρει δὲ ἀεὶ σὺν Ἀγγέλοις, καθορῶν Τριάδος
δόξαν ἄρρητον.
Ἦχος πλ. δ'.
Δέσποινα
πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καί
θλίψεως.
Ἦχος βἮχος .΄
Τὴν
πᾶσαν ἐλπίδα μου, εἰς σε ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξὸν με ὑπὸ τὴν σκέπην
σου.
Δι' εὐχῶν
τῶν Ἁγίων
Πατέρων ἡμῶν...
ΤΕΛΟΣ
ΚΑΙ ΤΩ ΥΠΑΚΟΥΣΑΝΤΙ ΜΕΧΡΙ ΣΤΑΥΡΟΥ ΤΩ , ΠΑΤΡΙ ΚΥΡΙΩ, ΙΗΣΟΥ ΔΟΞΑ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου